Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.306 Joseph. AJ 8.310 (English) >>Joseph. AJ 8.314

8.308κατευωχηθέντα γὰρ αὐτὸν παρὰ τῷ οἰκονόμῳ αὐτοῦ Ὠσᾶ τοὔνομα πείσας ἐπιδραμεῖν τῶν ὑφʼ αὑτὸν ἱππέων τινὰς ἀπέκτεινε διʼ αὐτῶν μεμονωμένον τῶν περὶ αὐτὸν ὁπλιτῶν καὶ ἡγεμόνων· οὗτοι γὰρ ἅπαντες περὶ τὴν πολιορκίαν τῆς Γαβαθώνης ἐγίνοντο τῆς Παλαιστίνων. 8.309

Φονεύσας δὲ τὸν Ἤλανον ἵππαρχος Ζαμβρίας αὐτὸς βασιλεύει καὶ πᾶσαν τὴν Βασάνου γενεὰν κατὰ τὴν Ἰηοῦ προφητείαν διαφθείρει· τῷ γὰρ αὐτῷ τρόπῳ συνέβη τὸν οἶκον αὐτοῦ πρόρριζον ἀπολέσθαι διὰ τὴν ἀσέβειαν, ὡς καὶ τὸν Ἱεροβοάμου διαφθαρέντα γεγράφαμεν. 8.310 δὲ πολιορκοῦσα τὴν Γαβαθώνην στρατιὰ πυθομένη τὰ περὶ τὸν βασιλέα καὶ ὅτι Ζαμβρίας ἀποκτείνας αὐτὸν ἔχει τὴν βασιλείαν καὶ αὐτὴ τὸν ἡγούμενον αὐτῆς Ἀμαρῖνον ἀπέδειξε βασιλέα, ὃς ἀπὸ τῆς Γαβαθώνης ἀναστήσας τὸν στρατὸν εἰς Θαρσὴν παραγίνεται τὸ βασίλειον καὶ προσβαλὼν τῇ πόλει κατὰ κράτος αἱρεῖ. 8.311Ζαμβρίας δὲ τὴν πόλιν ἰδὼν ἠρημωμένην συνέφυγεν εἰς τὸ μυχαίτατον τῶν βασιλείων καὶ ὑποπρήσας αὐτὸ συγκατέκαυσεν ἑαυτὸν βασιλεύσας ἡμέρας ἑπτά. διέστη δʼ εὐθὺς τῶν Ἰσραηλιτῶν λαὸς καὶ οἱ μὲν αὐτῶν Θαμαναῖον βασιλεύειν ἤθελον, οἱ δὲ τὸν Ἀμαρῖνον. νικήσαντες δʼ οἱ τοῦτον ἄρχειν ἀξιοῦντες ἀποκτείνουσι τὸν Θαμαναῖον, καὶ παντὸς βασιλεύει Ἀμαρῖνος τοῦ ὄχλου.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.306 Joseph. AJ 8.310 (English) >>Joseph. AJ 8.314

Powered by PhiloLogic